Οἰ μὲν ἰππήων
Σαπφώ · 600 BC
Ο]ἰ μὲν ἰππήων στρότον οἰ δὲ πέσδωνοἰ δὲ νάων φαῖσ᾽ ἐπ[ὶ] γᾶν μέλαι[ν]ανἔ]μμεναι κάλλιστον, ἔγω δὲ κῆν᾽ ὄτ-τω τις ἔραται·
πά]γχυ δ᾽ εὔμαρες σύνετον πόησαιπ]άντι τ[ο]ῦτ᾽, ἀ γὰρ πόλυ περσκέθοισακάλλος [ἀνθ]ρώπων Ἐλένα [τὸ]ν ἄνδρατὸν [πανάρ]ιστον
καλλ[ίποι]σ᾽ ἔβα ᾽ς Τροΐαν πλέοι[σακωὐδ[ὲ πα]ῖδος οὐδὲ φίλων το[κ]ήωνπά[μπαν] ἐμνάσθη, ἀλλὰ παράγαγ᾽ αὔταντὰν ἀ´έκοι]σαν
Κύπρις· εὔκ]αμπτον γὰρ [⏑ – ⏑ – –. . . . . ]. . . κούφως τ[. . . . . ]οη.[.]νκἄ]με νῦν Ἀνακτορί[ας ὀ]νέμναι-σ᾽ οὐ] παρεοίσας,
τᾶ]ς ‹κ›ε βολλοίμαν ἔρατόν τε βᾶμακἀμάρυχμα λάμπρον ἴδην προσώπωἢ τὰ Λύδων ἄρματα κἀν ὄπλοισιπεσδομ]άχεντας.